Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- αὐτὸς δʼ ἐρώτη.
- χοῖρε χοῖρε.
- κοῒ κοΐ.
- τρώγοις ἂν ἐρεβίνθους;
- κοῒ κοῒ κοΐ.
- τί δαί; φιβάλεως ἰσχάδας;
- κοῒ κοΐ.
- τί δαὶ σύ; τρώγοις ἄν;
- κοῒ κοῒ κοΐ.
- ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
- ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων
- τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
- οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.
- ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.
- ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
- ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.
- νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·
- πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.
- τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
- τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.