Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.
Δικαιόπολις
  1. ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
Μεγαρεύς
  1. σά μάν;
  2. πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;
Δικαιόπολις
  1. κέρκον οὐκ ἔχει.
Μεγαρεύς
  1. νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα
  2. ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
  3. ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
Δικαιόπολις
  1. ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.
Μεγαρεύς
  1. ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
  2. αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
  3. κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
Δικαιόπολις
  1. ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.
Μεγαρεύς
  1. οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
  2. καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς
  3. ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.
Δικαιόπολις
  1. ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
Μεγαρεύς
  1. ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.
Δικαιόπολις
  1. τί δʼ ἐσθίει μάλιστα;
Μεγαρεύς
  1. πάνθʼ ἅ κα διδῷς.