Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;
- οὐκ ἔμοιγε φαίνεται.
- οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·
- οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
- αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
- αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.
- ἀλλʼ ἔστιν ἀνθρώπου γε.
- ναὶ τὸν Διοκλέα
- ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;
- ἦ λῇς ἀκοῦσαι φθεγγομένας;
- νὴ τοὺς θεοὺς
- ἔγωγε.
- φώνει δὴ τὺ ταχέως χοιρίον.
- οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;
- πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
- κοῒ κοΐ.
- αὕτα ʼστὶ χοῖρος;
- νῦν γε χοῖρος φαίνεται.
- ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
- πέντʼ ἑτῶν,