Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.
- αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.
- σά μάν;
- τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;
- παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.
- ἅλας οὖν φέρεις;
- οὐχ ὑμὲς αὐτῶν ἄρχετε;
- οὐδὲ σκόροδα;
- ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,
- ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
- πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
- τί δαὶ φέρεις;
- χοίρως ἐγώνγα μυστικάς.
- καλῶς λέγεις· ἐπίδειξον.
- ἀλλὰ μὰν καλαί.
- ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.
- τουτὶ τί ἦν τὸ πρᾶγμα;
- χοῖρος ναὶ Δία.
- τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;
- Μεγαρικά.