Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
- περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.
- ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός·
- ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις
- ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
- ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
- κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.
- ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
- χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
- ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·
- Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;
- τί; ἀνὴρ Μεγαρικός;
- ἀγορασοῦντες ἵκομες.
- πῶς ἔχετε;
- διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
- ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.
- τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;
- οἷα δή.
- ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
- ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,