Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
  2. ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις
  3. ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
  4. ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
  5. ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
  6. τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν.
  7. ἐνταῦθα μήτε συκοφάντης εἰσίτω
  8. μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ.
  9. ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην
  10. μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
Μεγαρεύς
  1. ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
  2. ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
  3. ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,
  4. ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.
  5. ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·
  6. πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;
Κόρα
  1. πεπρᾶσθαι πεπρᾶσθαι.
Μεγαρεύς
  1. ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους
  2. ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
  3. ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,