Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
- ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
- ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
- τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν.
- ἐνταῦθα μήτε συκοφάντης εἰσίτω
- μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ.
- ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην
- μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
- ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.