Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
  2. ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,
  3. ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
  4. τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος,
  5. τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
  6. κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
  7. τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.
Δικαιόπολις
  1. ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
  2. ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις