Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
- ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,
- ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.
- ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·
- πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;
- πεπρᾶσθαι πεπρᾶσθαι.
- ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους
- ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
- ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,