Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
  2. εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,
  3. νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
  4. πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
Χορός
  1. τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην
  2. ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
  3. τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ;
  4. ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν
  5. ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,
  6. ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης,
  7. οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
  8. ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα,
  9. κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους,
  10. περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
  11. ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν,
  12. ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ
  13. τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος,
  14. τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
  15. κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
  16. τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.