Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
Χορός
  1. οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
  2. οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
  3. γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
  4. οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
  5. ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
  6. οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
  7. οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
  8. τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
  9. οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
  10. ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
  11. ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·
  12. κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν
  13. ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
  14. ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,
  15. εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,
  16. οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
Χορός
  1. ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
  2. πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-
  3. μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,