Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
  2. οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία·
  3. τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
  4. οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
  5. ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
  6. ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν·
  7. κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν
  8. ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
  9. ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται,