Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
  2. οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
  3. οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
  4. ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
Χορός
  1. οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει·
  2. οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
  3. γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
  4. οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
  5. ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,