Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,
  2. οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.
Χορός
  1. ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
  2. πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-
  3. μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
  4. ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
  5. εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,
  6. νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
  7. πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;