Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι
  2. καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
  3. διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
  4. καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
  5. οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
  6. ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια·
  7. φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,
  8. οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,
  9. οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
Χορός
  1. πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
  2. καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.
  3. τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον
  4. ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ
  5. περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
  6. δειλὸς καὶ λακαταπύγων.
Χορός
  1. δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
  2. οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
  3. ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
  4. οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
  5. οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον