Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
Χορός
  1. πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
  2. καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.
  3. τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον
  4. ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ
  5. περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
  6. δειλὸς καὶ λακαταπύγων.
Χορός
  1. δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
  2. οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,