Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
- τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι
- καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
- διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
- καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
- οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
- ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια·
- φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι,
- οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,