Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
- ἐγὼ γάρ εἰμι πτωχός;
- ἀλλὰ τίς γὰρ εἶ;
- ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,
- ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
- σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.
- ἐχειροτόνησαν γάρ με —
- κόκκυγές γε τρεῖς.
- ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
- ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
- νεανίας δʼ οἵους σὺ διαδεδρακότας,
- τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
- Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
- ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,
- Γερητοθεοδώρους Διομειαλαζόνας,
- τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
- ἐχειροτονήθησαν γάρ.
- αἴτιον δὲ τί
- ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
- τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη