Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; †
- ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.
- τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης;
- εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας;
- οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος,
- οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ,
- ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
- ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
- ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;
- οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
- ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
- ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
- καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
- ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
- ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
- πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
- ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
- περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
- ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
- οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·