Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
- τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;
- οὐκ οἶδά πω·
- ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
- ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.
- ἰδού.
- παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
- κεῖται.
- φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
- τουτὶ πτίλον σοι.
- τῆς κεφαλῆς νύν μου λαβοῦ,
- ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.
- οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
- πτίλον γάρ ἐστιν—
- εἰπέ μοι τίνος ποτὲ
- ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;
- οἴμʼ ὡς τεθνήξεις.
- μηδαμῶς ὦ Λάμαχε·
- οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,
- τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.