Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει
- δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
- εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;
- ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
- οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
- τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
- ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,
- βοήθησον ὦ γοργολόφα φανείς,
- ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·
- εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ
- τειχομάχας ἀνήρ, βοηθησάτω
- τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.
- πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
- ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
- τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;
- ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.
- ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
- ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
- οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
- ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,