Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε.
  2. φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
  3. ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
  4. καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ·
  5. καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
  6. τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα
  7. θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
  8. μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
  9. στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
  10. ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
  11. σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,
  12. στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
  13. τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,
  14. τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
  15. αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
  16. ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον
  17. οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.
Ἡμιχόριον Α
  1. ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
  2. ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
  3. καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;