Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἱ τοξόται.
- ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;
- ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
- τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
- σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.
- κάθησο, σῖγα.
- μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,
- ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.
- οἱ πρέσβεις οἱ παρὰ βασιλέως.
- ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν
- καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.
- σίγα.
- βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.
- ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν
- μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
- ἐπʼ Εὐθυμένους ἄρχοντος.
- οἴμοι τῶν δραχμῶν.
- καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων
- πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
- ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,