Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
- οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
- ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
- πάριτʼ ἐς τὸ πρόσθεν,
- πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
- ἤδη τις εἶπε;
- τίς ἀγορεύειν βούλεται;
- ἐγώ.
- τίς ὤν;
- Ἀμφίθεος.
- οὐκ ἄνθρωπος;
- οὔ,
- ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν
- καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·
- γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
- ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ
- ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ
- σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
- ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·
- οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.