Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀπολλύμενοι.
Δικαιόπολις
  1. σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
  2. παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.
Πρέσβυς
  1. ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
  2. ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
  3. ἄκρατον οἶνον ἡδύν.
Δικαιόπολις
  1. ὦ Κραναὰ πόλις
  2. ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;
Πρέσβυς
  1. οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
  2. τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.
Δικαιόπολις
  1. ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.
Πρέσβυς
  1. ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·
  2. ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
  3. κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.
Δικαιόπολις
  1. πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;
Πρέσβυς
  1. τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.
  2. εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους
  3. ἐκ κριβάνου βοῦς.
Δικαιόπολις
  1. καὶ τίς εἶδε πώποτε
  2. βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.