Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον
- ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
- ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.
- καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,
- πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
- νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
- κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
- ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο·
- κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
- Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
- ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος
- ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
- ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
- ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ
- μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν.
- ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην,
- Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως
- μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας·
- κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
- κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.