Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.
- ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
- οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
- ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
- αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,
- κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι
- ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·
- ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι·
- τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
- ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
- καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς
- σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·
- κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα.
- ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
- τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
- ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,
- μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
- ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,
- ἄτιμα καὶ παράσημα καὶ παράξενα,
- ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·