Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
Εὐριπίδης
  1. ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
Δικαιόπολις
  1. ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.
  2. ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,
  3. μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
  4. πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
  5. ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
  6. ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία
  7. ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
  8. παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.
  9. τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
Χορός
  1. τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν
  2. ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,
  3. ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
  4. ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
  5. ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,
  6. ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.
Δικαιόπολις
  1. μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,
  2. εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν
  3. μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.