Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
Εὐριπίδης
  1. φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.
Δικαιόπολις
  1. οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
  2. ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον
  3. δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
Εὐριπίδης
  1. ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
  2. ἄπελθε ταυτηνὶ λαβών.
Δικαιόπολις
  1. ἀπέρχομαι.
  2. καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
  3. ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·
  4. τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·
  5. ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
Εὐριπίδης
  1. ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.
Δικαιόπολις
  1. ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν
  2. ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
  3. οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην
  4. ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
  5. Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,
  6. κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,
  7. πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,