Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή·
- τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ,
- τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
- ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
- δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.
- εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.
- εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
- ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
- τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
- ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,
- πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ
- γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη
- δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
- τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;
- χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.
- λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.
- φεῦ·
- εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.
- ἄπελθε νῦν μοι.
- μἀλλά μοι δὸς ἓν μόνον