Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
- ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
- οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.
- ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,
- ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;
- οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν
- χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
- οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.
- ναὶ Τήλεφον·
- τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
- ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
- κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν
- μεταξὺ τῶν Ἰνοῦς.
- ἰδοὺ ταυτὶ λαβέ.
- ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,
- ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
- Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί,
- κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
- τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
- δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,