Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ ἐκκυκλήθητʼ.
Εὐριπίδης
  1. ἀλλʼ ἀδύνατον.
Δικαιόπολις
  1. ἀλλʼ ὅμως.
Εὐριπίδης
  1. ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.
Δικαιόπολις
  1. Εὐριπίδη,
Εὐριπίδης
  1. τί λέλακας;
Δικαιόπολις
  1. ἀναβάδην ποιεῖς,
  2. ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
  3. ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
  4. ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
  5. ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
  6. δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
  7. δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
  8. αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
Εὐριπίδης
  1. τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
  2. ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;
Δικαιόπολις
  1. οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.
Εὐριπίδης
  1. τὰ τοῦ τυφλοῦ Φοίνικος;
Δικαιόπολις
  1. οὐ Φοίνικος, οὔ·
  2. ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.