Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,
  2. οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
  3. τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
  4. οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν
  5. ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς
  6. ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
  7. ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως
  8. ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις.
  9. ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
  10. νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος,
  11. στένω κέχηνα σκορδινῶμαι πέρδομαι,
  12. ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,
  13. ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,
  14. στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν,
  15. ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω,
  16. οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,
  17. ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
  18. νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
  19. βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,
  20. ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.