Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.
- παῖ παῖ.
- τίς οὗτος,
- ἔνδον ἔστʼ Εὐριπίδης;
- οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
- πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;
- ὀρθῶς ὦ γέρον.
- ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
- οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ