Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τραγῳδίαν.
- ὦ τρισμακάριʼ Εὐριπίδη,
- ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
- ἐκκάλεσον αὐτόν.
- ἀλλʼ ἀδύνατον.
- ἀλλʼ ὅμως·
- οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.
- Εὐριπίδη, Εὐριπίδιον,
- ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·