Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀπωλόμην μολυνοπραγμονούμενος.
- νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
- ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.
- τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;
- λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου
- σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·
- ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
- ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.
- ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,