Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα·
- κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι·
- τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
- οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
- αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
- ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
- εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον
- διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
- κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ