Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
  2. θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
Δικαιόπολις
  1. ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
  2. ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί.
  3. ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι,
  4. λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ.
  5. καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους
  6. τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
  7. ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν