Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
- τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
- ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
- ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν
- ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·
- καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
- τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,
- ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;
- πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.