Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
Χορός
  1. ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;
  2. ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
  3. ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
Δικαιόπολις
  1. ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,
  2. ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι,
  3. καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
  4. ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν
  5. ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.