Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.
- ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
- ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;
- οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
- ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
- † αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·
- ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
- τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
- οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.