Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δήξομἄρʼ ὑμᾶς ἐγώ.
  2. ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
  3. ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
Χορός
  1. εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
  2. τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
  3. τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;
Δικαιόπολις
  1. βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
  2. εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.
Χορός
  1. ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.