Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
- ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;
- οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ
- πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.
- τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
- εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
- κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
- ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
- εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
- μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;
- οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
- οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;
- οὐκ ἀκουσόμεσθα δῆτα.
- δεινά τἄρα πείσομαι.
- ἐξολοίμην, ἢν ἀκούσω.
- μηδαμῶς ὦχαρνικοί.
- ὡς τεθνήξων ἴσθι νυνί.
- δήξομἄρʼ ὑμᾶς ἐγώ.
- ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
- ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.