Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
- σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.
- ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;
- τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
- ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
- σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.
- ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.
- σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.
- μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.
- οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·
- ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
- κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.
- σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
- ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
- ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
- τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.
- πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ
- οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;
- οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
- οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.