Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
  2. τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
  3. τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;
Δικαιόπολις
  1. βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
  2. εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.
Χορός
  1. ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.
  2. ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.
Δικαιόπολις
  1. ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
Χορός
  1. ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;
Δικαιόπολις
  1. οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
Χορός
  1. ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον
  2. † αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·
  3. ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
Δικαιόπολις
  1. τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
Χορός
  1. οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
Δικαιόπολις
  1. ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
Χορός
  1. ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;
  2. ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
  3. ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
Δικαιόπολις
  1. ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς,