Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
- νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
- καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,
- οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ
- μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
- ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,
- οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·
- κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ
- ὀξὺς ὀδυνηρὸς --- ἐπίκωπος, ἵνα
- μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
- ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
- καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·
- ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.
- εὐφημεῖτε, εὐφημεῖτε.
- σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;
- οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
- ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.
- εὐφημεῖτε, εὐφημεῖτε.
- προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·
- ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.