Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
- κατὰ γῆν τε καὶ θάλατταν.
- ὦ Διονύσια,
- αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος
- καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,
- κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.
- ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
- χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
- ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
- ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.
- ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
- τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
- τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον
- ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,
- εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.
- ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας
- τῶν ἐτῶν τῶν ἐμῶν·
- οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον
- ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ
- σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος