Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.
- ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
- ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
- καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτα
- κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
- πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
- ἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια,
- στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι
- καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
- ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
- οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
- ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς
- σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.
- πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
- μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
- ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος
- ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου·
- ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·
- σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.
- Φαλῆς ἑταῖρε Βακχίου