Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
Δικαιόπολις - ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
- ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα·
- ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα.
- φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος;
- ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,
- τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
- ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
- διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι.
- ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
- ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
- ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν.
- πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
- ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ
- Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον.
- τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,
- ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
- ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι
- οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
- ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας