Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.
Δικαιόπολις
  1. τί δʼ ἔστʼ;
Ἀμφίθεος
  1. ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
  2. ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες
  3. Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
  4. ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
  5. ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε
  6. σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
  7. κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
  8. ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.
Δικαιόπολις
  1. οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;
Ἀμφίθεος
  1. ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
  2. αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.
Δικαιόπολις
  1. αἰβοῖ.
Ἀμφίθεος
  1. τί ἔστιν;
Δικαιόπολις
  1. οὐκ ἀρέσκουσίν μʼ ὅτι
  2. ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.
Ἀμφίθεος
  1. σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.
Δικαιόπολις
  1. ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
  2. ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.